Psalms 26
1 ▼▼LXX: Psa.25:1
Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. 2 ▼▼LXX: Psa.25:2
δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου. καὶ τὴν καρδίαν μου 3 ▼▼LXX: Psa.25:3
ὅτι τὸ ἔλεός σου. κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου 4 ▼▼LXX: Psa.25:4
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· 5 ▼▼LXX: Psa.25:5
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. 6 ▼▼LXX: Psa.25:6
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε, 7 ▼▼LXX: Psa.25:7
τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. 8 ▼▼LXX: Psa.25:8
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. καὶ τόπον σκηνώματος δόξης σου 9 ▼▼LXX: Psa.25:9
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου 10 ▼▼LXX: Psa.25:10
ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. 11 ▼▼LXX: Psa.25:11
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με. καὶ ἐλέησόν με 12 ▼▼LXX: Psa.25:12
ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.
Copyright information for
LXX